Wednesday, April 27, 2011

john 19:1-22

1 Τότε οὖν ἔλαβεν ὁ Πειλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν
Therefore then Pilate took and scourged Jesus
 2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν 
αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,
And the soldiers weaved a crown of throns placed it on his head, and a purple robe clothed him
3 καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον· χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· 
καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
And they came to him and said, "Rejoice the king of the Jews and gave him blows".
4Ἐξῆλθεν πάλιν ὁ Πειλᾶτος ἔξω καὶ λέγει αὐτοῖς· ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι αἰτίαν οὐχ εὑρίσκω.
Pilate went out again and said to them, "Behold I brought you out to him, in order that you know  that I find no cause in him. 
5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον
 καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς· ἰδοὺ ὁ ἄνθρωπος.
Therefore Jesus went outside wearing the thorny crown and the purple garment and he said to them, Behold the man. 
6 ὅτε οὖν ἴδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν· 
σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πειλᾶτος· λάβετε αὐτὸν 
ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Therefore when the priest and assistants beheld him, they cried, " crucify, crucify." Pilate said to them, "You take him and crucify, for I find no cause (fault)  in him. 
 7 ἀπεκρίθησαν οἱ Ἰουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ 
τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.
The Jews answered," We have a law, and according to the law, he is obligated to die, because he made himself out to be the son of God.
 8 Ὅτε οὖν ἤκουσεν ὁ Πειλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,
Therefore When Pilate heard this word (report, saying) , he was more afraid
9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον
 πάλιν καὶ λέγει τῷ Ἰησοῦ· πόθεν εἶ σύ;
 ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
And he went into the praetorium again and said to Jesus, "Where are you from?" But Jesus did not give an answer to him. 
 10 λέγει αὐτῷ ὁ Πειλᾶτος· ἐμοὶ οὐ λαλεῖς; 
οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;
Pilate said to him, " You don't speak to me?" Do you not know that I have authority to release you and I have authority to crucify you?"
11 ἀπεκρίθη Ἰησοῦς· οὐκ ἔχεις ἐξουσίαν κατ’ 
ἐμοῦ οὐδε μίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· 
διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
Jesus answered, you do not have the authority according 
12 ἐκ τούτου ὁ Πειλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· 
οἱ δὲ Ἰουδαῖοι ἐκραύγαζον λέγοντες· ἐὰν τοῦτον ἀπολύσῃς, 
οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
From this Pilate desired to release him, but the Jews were crying out saying, "If you release this man you are not a friend of Ceasar." All who make himself the king speaks against Ceasar." 
13 ὁ οὖν Πειλᾶτος ἀκούσας τῶν λόγων τούτων 
ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ.
Therefore Pilate hearing these words, brought Jesus outside and he sat upon the seat of judgement in the place being called Pavement, but in Hebrew (Aramaic) it is Gabbatha.
14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· ἴδε ὁ βασιλεὺς ὑμῶν.
And it was preparation of the passover, it was being the 6th hour, and he said to the Jews, "Behold your king".
 15 ἐκραύγασαν οὖν ἐκεῖνοι· ἆρον ἆρον,σταύρωσον αὐτόν. 
λέγει αὐτοῖς ὁ Πειλᾶτος· τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς·οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
Therefore they cried out, "Take up, take up, crucify him." Pilate said to them, "Shall I crucify your king?" The chief priests answered, "We have no king except Caesar."
16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. 
Παρέλαβον οὖν τὸν Ἰησοῦν,
here then he gave him over to the them in order that he may be crucified. Therefore they brought Jesus,
17. καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, 
ὃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ,
And having to bear his own cross, he went  into that which is called the place of the skull,  which is called in Aramaic Golgotha.
18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο
 ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
Where they crucified him and with him two others on this side and the other, and Jesus in the middle. 
19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πειλᾶτος 
καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.
And Pilate wrote also an inscription and put it upon the cross. And there was having written, "Jesus of Nazareth, King of the Jews". 
20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων,
 ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· 
καὶ ἦνγεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.
Therefore this inscription many of the residence of the Jews, that were near this place of the city where Jesus was being crucified and it was written in Aramaic, Latin and Greek. 
21 ἔλεγον οὖν τῷ Πειλάτῳ οἱ ἀρχιερεῖς τῶνἸουδαίων· 
μὴ γράφε· ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν· 
βασιλεύς εἰμι τῶν Ἰουδαίων.
Therefore the chief priest and the Jews said to Pilate, do no write, " The king of the Jews but that he said that "I am the king of the Jews".
22 ἀπεκρίθη ὁ Πειλᾶτος· ὃ γέγραφα, γέγραφα.
Pilate answered, " What I have written, I have written."

No comments:

Post a Comment