22 Μετὰ ταῦταἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ
εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν
μετ’ αὐτῶν καὶἐβάπτιζεν. 23 ἦν δὲ καὶ Ἰωάννης βαπτίζων
ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ,
καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν Ἰωάννης.
25 ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου
μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. 26 καὶἦλθον
πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· ῥαββεί,
ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου,
ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει
καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 ἀπεκρίθη
Ἰωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν
οὐδέν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον·
οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ’ ὅτι ἀπεσταλμένος
εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 ὁ ἔχων τὴν νύμφην
νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου,
ὁἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει
διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν
ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 ἐκεῖνον δεῖ αὐξάνειν,
ἐμὲ δὲ ἐλαττοῦσθαι. 31 ὁ ἄνωθεν ἐρχόμενος
ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς
ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ.
ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος32 ὃ ἑώρακεν
καὶ ἤκουσεν μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ
οὐδεὶς λαμβάνει. 33 ὁ λαβὼναὐτοῦ
τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς
ἀληθής ἐστιν. 34 ὃν γὰρ ἀπέστειλεν ὁ θεός,
τὰῥήματα τοῦ θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου
δίδωσιν τὸ πνεῦμα. 35 ὁ πατὴρ ἀγαπᾷ
τὸν υἱόν, καὶπάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον·
ὁ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν,
ἀλλ’ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment