1 Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι
ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει
ἢ Ἰωάννης, 2 καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν
ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ, 3 ἀφῆκεντὴν Ἰουδαίαν καὶ
ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. 4 ἔδει δὲ αὐτὸν
διέρχεσθαι διὰ τῆς Σαμαρίας. 5 ἔρχεται οὖν εἰς πόλιν
τῆς Σαμαρίας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου
ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς
κεκοπιακὼς ἐκ τῆς ὁ δοιπορίας ἐκαθέζετο οὕτως
ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη. 7 ἔρχεται γυνὴ ἐκ τῆς
Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς,
δός μοι πεῖν· 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν
εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. 9 λέγει αὐτῷ
ἡ γυνὴ ἡ Σαμαρῖτις· πῶςσὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ
πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;
10 ἀπεκρίθη Ἰησοῦς καὶεἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν
τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πεῖν,
σὺ ἂν ᾔτησαςαὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
11 λέγει αὐτῷ ἡ γυνή· κύριε, οὔτε ἄντλημα ἔχεις καὶ
τὸφρέαρ ἐστὶν βαθύ· πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ,ὃς ἔδωκεν
ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ
αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς
καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου
διψήσει πάλιν· 14 ὃς δ’ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ
The Church |
διψήσει εἰς τὸν αἰῶνα,
ἀλλὰ τὸ ὕδωρ
ὃ ἐγὼδώσω αὐτῷ
γενήσεται ἐν
αὐτῷ πηγὴ ὕδατος
ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 λέγει πρὸς αὐτὸνἡ γυνή·
κύριε, δός μοι τοῦτο τὸ ὕδωρ,
ἵνα μὴ διψῶ μηδὲ
διέρχωμαι ἐνθάδε ἀντλεῖν.
16 λέγειαὐτῇ· ὕπαγε
φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν·
ἄνδραοὐκ ἔχω. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπες
ὅτι ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν
ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
19 λέγει αὐτῷ ἡ γυνή· κύριε, θεωρῶ ὅτιπροφήτης εἶ σύ.
20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·
καὶ ὑμεῖς λέγετε ὅτι ἐνἹεροσολύμοις ἐστὶν ὁ τόπος
ὅπου προσκυνεῖν δεῖ. 21 λέγει αὐτῇ ὁ Ἰησοῦς· πίστευέ μοι,
γύναι, ὅτιἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε
ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 ὑμεῖς
προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν,
ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· 23 ἀλλὰ
ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ
προ σκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ·
καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας
αὐτόν. 24 πνεῦμα ὁθεός, καὶ τοὺς προσκυνοῦντας
ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν δεῖ.
25 λέγει αὐτῷ ἡ γυνή·οἶδα ὅτι Μεσσίας28 ἔρχεται,
ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ
ἡμῖν ἅπαντα. 26 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι,
ὁ λαλῶν σοι. 27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ,
καὶἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς
μέντοι εἶπεν· τί ζητεῖς ἤ τί λαλεῖς μετ’ αὐτῆς;
28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ
ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα
ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
30 ἐξῆλθονἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες·
ῥαββεί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω
φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖνοἱ μαθηταὶ
πρὸς ἀλλήλους, μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει
αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα
τοῦ πέμψαντός με καὶ τελειώσω38 αὐτοῦ τὸ ἔργον.
35 οὐχ ὑμεῖς λέγετεὅτι ἔτι τετράμηνός ἐστιν
καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε
τοὺς ὀφθαλμοὺςὑμῶν καὶ θεάσασθε τὰς χώρας,
ὅτι λευκαί44 εἰσίν πρὸς θερισμόν.
36 ἤδη ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν
εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ
ὁ θερίζων .37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι
ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
38 ἐγὼ ἀπέσταλκα ὑμᾶς θερίζειν ὃ οὐχ
ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν,
καὶ ὑμεῖς εἰς τὸνκόπον αὐτῶν εἰσεληλύθατε.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν
εἰς αὐτὸν τῶνΣαμαριτῶν διὰ τὸν λόγον
τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα
ἃ ἐποίησα. 40 ὡς οὖνἦλθον πρὸς αὐτὸν οἱ
Σαμαρῖται49, ἠρώτων αὐτὸν μεῖναι παρ’
αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύοἡμέρας.