Painting by Edward Burra |
Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστιν δὲ ἐν τοῖςἹεροσολύμοις
ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, τὸ λεγόμενον Ἑβραϊστὶ
Βηθζαθά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο
πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
5 ἦν δέ τιςἄνθρωπος ἐκεῖ τριάκοντα10 καὶ ὀκτὼ
ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· 6 τοῦτον ἰδὼν
ὁ Ἰησοῦςκατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη
χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
7ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· κύριε, ἄνθρωπον οὐκ ἔχω,
ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰςτὴν κολυμβήθραν·
ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
8 λέγει αὐτῷ ὁ Ἰησοῦς·ἔγειρε ἆρον τὸν κράβαττόν
σου καὶ περιπάτει. 9 καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος,
καὶ ἦρεν τὸνκράβαττον αὐτοῦ καὶ περιεπάτει·
ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10 ἔλεγον οὖν οἱἸουδαῖοι τῷ τεθεραπευμένῳ·
σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν.
11ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν·
ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.12 ἠρώτησαν
αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ἆρον καὶ
περιπάτει; 13 ὁ δὲ ἀσθενῶν οὐκᾔδει τίς ἐστιν·
ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
No comments:
Post a Comment