35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν
μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷἸησοῦ
περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
37 ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος,καὶ
ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς ὁ Ἰησοῦς
καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγειαὐτοῖς·
39 τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββεί, ὃ λέγεται
ἑρμηνευόμενον διδάσκαλε, ποῦ μένεις; 40 λέγει αὐτοῖς·
ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει,
καὶ παρ’ αὐτῷ ἔμειναν τὴνἡμέραν ἐκείνην· ὥρα ἦν ὡς
δεκάτη. 41 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς
ἐκ τῶν δύοτῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ
ἀκολουθησάντων αὐτῷ· 42 εὑρίσκει οὗτος πρῶτος
τὸνἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν
τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον Χριστός.
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment