Thursday, July 29, 2010

John 2:13-25

13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων
 καὶ ἀνέβη εἰςἹεροσόλυμα  Ἰησοῦς
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας  
βόας καὶ πρόβατα καὶπεριστερὰς  καὶ 
τοὺς κερματιστὰς  καθημένους15 καὶ 
ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας
 ἐξέβαλεν ἐκ τοῦ ἱεροῦτά τε πρόβατα 
καὶ τοὺς βόαςκαὶ τῶν κολλυβιστῶν  
ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψεν,
 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· 
ἄρατεταῦτα ἐντεῦθενμὴ ποιεῖτε τὸν οἶκον 
τοῦ πατρός μου οἶκον ἐμπορίου3817 ἐμνήσθησαν
 οἱμαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· 
 ζῆλος τοῦ οἴκου σου καταφάγεταί με
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· 
τί σημεῖον δεικνύεις ἡμῖνὅτι ταῦτα ποιεῖς;
 19ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε 
τὸν ναὸν τοῦτονκαὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· τεσσεράκοντα καὶ ἓξ
 ἔτεσιν οἰκοδομήθη  ναὸς οὗτοςκαὶ σὺ ἐντρισὶν 
ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ
 τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ22 ὅτε οὖνἠγέρθη 
ἐκ νεκρῶνἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι 
τοῦτο ἔλεγενκαὶ ἐπίστευσαν τῇ γραφῇκαὶ τῷ λόγῳ 
ὃν εἶπεν  Ἰησοῦς23 Ὡς δὲ ἦν ἐν τοῖς 
Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ,πολλοὶ
 ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦθεωροῦντες αὐτοῦ 
τὰ σημεῖα  ἐποίει· 24 αὐτὸς δὲἸησοῦς οὐκ ἐπίστευεν 
αὐτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας
25 καὶ ὅτι οὐ χρείαν εἶχενἵνα τις μαρτυρήσῃ περὶ 
τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν 
ἐν τῷ ἀνθρώπῳ.