Monday, September 20, 2010

Pool of Bethesda (lit. Bathzatha) John 5:1-13

Painting by Edward Burra
1 Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη
 Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστιν δὲ ἐν τοῖςἹεροσολύμοις 
ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, τὸ λεγόμενον Ἑβραϊστὶ 
Βηθζαθά, πέντε στοὰς  ἔχουσα. 3 ἐν ταύταις κατέκειτο
 πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. 
5 ἦν δέ τιςἄνθρωπος ἐκεῖ τριάκοντα10 καὶ ὀκτὼ 
ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· 6 τοῦτον ἰδὼν
 ὁ Ἰησοῦςκατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη
 χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; 
7ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· κύριε, ἄνθρωπον οὐκ ἔχω, 
ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰςτὴν κολυμβήθραν·
 ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 
8 λέγει αὐτῷ ὁ Ἰησοῦς·ἔγειρε ἆρον τὸν κράβαττόν
 σου καὶ περιπάτει. 9 καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, 
καὶ ἦρεν τὸνκράβαττον αὐτοῦ καὶ περιεπάτει·
 ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 
10 ἔλεγον οὖν οἱἸουδαῖοι τῷ τεθεραπευμένῳ· 
σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν. 
11ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· 
ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.12 ἠρώτησαν
 αὐτόν·  τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ἆρον καὶ 
περιπάτει; 13 ὁ δὲ ἀσθενῶν οὐκᾔδει τίς ἐστιν·
 ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 

No comments:

Post a Comment