Thursday, August 5, 2010

John 3:1-15

1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων,
 Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
 2 οὗτοςἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ·
 ῥαββεί2, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος·
οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ
 σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ’ αὐτοῦ. 
3 ἀπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ· 
ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν3,
 οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. 
4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται 
ἄνθρωπος γεννηθῆναι γέρων ὤν;
 μὴ δύναται εἰς τὴν κοιλίαν5 τῆς μητρὸς αὐτοῦ
 δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη
 Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ 
ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν
 εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 6 τὸ γεγεννημένον 
ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον
 ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 7 μὴ θαυμάσῃς
 ὅτι εἶπόν σοι· δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 
8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ6, καὶ τὴν φωνὴν 
αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν7ἔρχεται 
καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος 
ἐκ τοῦ πνεύματος. 9 ἀπεκρίθη Νικόδημος 
καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι; 
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ·σὺ εἶ
 ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ
 γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι 
ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν 
μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν 
οὐ λαμβάνετε. 12 εἰ τὰἐπίγεια8 εἶπον ὑμῖν 
καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν 
τὰ ἐπουράνια9 πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν 
εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, 
ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷοὐρανῷ. 14
 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, 
οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 
15 ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.

No comments:

Post a Comment