Monday, July 12, 2010

John 2:1-12

1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς
 Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ 
οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ οἶνον
 οὐκ εἶχον, ὅτισυνετελέσθη ὁ οἶνος τοῦ γάμου. 
εἶτα λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· 
οἶνος οὐκ ἔστιν. 4 λέγει αὐτῇ 
ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει
 ἡ ὥρα μου.
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖςδιακόνοις· 
ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ 
λίθιναι8 ὑδρίαι9 ἓξ κατὰ τὸνκαθαρισμὸν 
τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ 
μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁἸησοῦς·
 γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν 
αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς·ἀντλήσατε 
νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. 
οἱ δὲ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο 
ὁἀρχιτρίκλινος τὸ ὕδωρ
οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει 
πόθεν ἐστίν, οἱ δὲ διάκονοι  ᾔδεισανοἱ
ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον 
ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· πᾶς 
ἄνθρωποςπρῶτον τὸν καλὸν οἶνον τίθησιν, 
καὶ ὅταν μεθυσθῶσιν22 τὸν ἐλάσσω· 
σὺ τετήρηκας τὸν καλὸνοἶνον ἕως ἄρτι. 
11 ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων 
ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶἐφανέρωσεν
 τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν 
οἱ μαθηταὶ αὐτοῦ. 12 Μετὰ τοῦτοκατέβη εἰς
 Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ
 καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ 
οἱ μαθηταὶ αὐτοῦ,καὶ ἐκεῖ ἔμειναν 
οὐ πολλὰς ἡμέρας.

3 comments: