Tuesday, June 22, 2010

John 1:35-42

35 Τῇ ἐπαύριον  πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν
 μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷἸησοῦ 
περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς  τοῦ θεοῦ. 
37 ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος,καὶ
 ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς  ὁ Ἰησοῦς 
καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγειαὐτοῖς·
 39 τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββεί, ὃ λέγεται
 ἑρμηνευόμενον διδάσκαλε, ποῦ μένεις; 40 λέγει αὐτοῖς· 
ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει,
 καὶ παρ’ αὐτῷ ἔμειναν τὴνἡμέραν ἐκείνην· ὥρα ἦν ὡς 
δεκάτη. 41 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς 
ἐκ τῶν δύοτῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ
 ἀκολουθησάντων αὐτῷ· 42 εὑρίσκει οὗτος πρῶτος
 τὸνἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν
 τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον Χριστός.

No comments:

Post a Comment